Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.77.2 | Hdt. 8.79.3 (English) | >>Hdt. 8.82.1 |
8.79.1
συνεστηκότων δὲ τῶν στρατηγῶν , ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου , ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου · τὸν ἐγὼ νενόμικα , πυνθανόμενος αὐτοῦ τὸν τρόπον , ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον .
8.79.2 οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα , ἐόντα μὲν ἑωυτῷ οὐ φίλον ἐχθρὸν δὲ τὰ μάλιστα · ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο , θέλων αὐτῷ συμμῖξαι · προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν .
8.79.3 ὡς δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης , ἔλεγε Ἀριστείδης τάδε · “ἡμέας στασιάζειν χρεόν ἐστι ἔν τε τῷ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται .
8.79.4 λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννησίοισι . ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν οὐδʼ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλῶσαι · περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ . ἀλλʼ ἐσελθών σφι ταῦτα σήμηνον .” ὁ δʼ ἀμείβετο τοισίδε .
ch. 80
8.80.1
“
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.77.2 | Hdt. 8.79.3 (English) | >>Hdt. 8.82.1 |